Readings for today: Isaiah 45:11-17 Genesis 22:1-18 - TopicsExpress



          

Readings for today: Isaiah 45:11-17 Genesis 22:1-18 Proverbs 17:17-18: Isaiah 45:11-17 Thus says the LORD, the Holy One of Israel, and his Maker: Will you question me about my children, or command me concerning the work of my hands? I made the earth, and created man upon it; it was my hands that stretched out the heavens, and I commanded all their host. I have aroused him in righteousness, and I will make straight all his ways; he shall build my city and set my exiles free, not for price or reward, says the LORD of hosts. Thus says the LORD: The wealth of Egypt and the merchandise of Ethiopia, and the Sabeans, men of stature, shall come over to you and be yours, they shall follow you; they shall come over in chains and bow down to you. They will make supplication to you, saying: God is with you only, and there is no other, no god besides him. Truly, thou art a God who hidest thyself, O God of Israel, the Savior. All of them are put to shame and confounded, the makers of idols go in confusion together. But Israel is saved by the LORD with everlasting salvation; you shall not be put to shame or confounded to all eternity. Ἠσαΐας 45:11-17 Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος ᾿Ισραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα· ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ. Οὕτω λέγει Κύριος σαβαώθ· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ ᾿Ισραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι. ᾿Ισραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι. Genesis 22:1-18 After these things God tested Abraham, and said to him, Abraham! And he said, Here am I. He said, Take your son, your only son Isaac, whom you love, and go to the land of Moriah, and offer him there as a burnt offering upon one of the mountains of which I shall tell you. So Abraham rose early in the morning, saddled his ass, and took two of his young men with him, and his son Isaac; and he cut the wood for the burnt offering, and arose and went to the place of which God had told him. On the third day Abraham lifted up his eyes and saw the place afar off. Then Abraham said to his young men, Stay here with the ass; I and the lad will go yonder and worship, and come again to you. And Abraham took the wood of the burnt offering, and laid it on Isaac his son; and he took in his hand the fire and the knife. So they went both of them together. And Isaac said to his father Abraham, My father! And he said, Here am I, my son. He said, Behold, the fire and the wood; but where is the lamb for a burnt offering? Abraham said, God will provide himself the lamb for a burnt offering, my son. So they went both of them together. When they came to the place of which God had told him, Abraham built an altar there, and laid the wood in order, and bound Isaac his son, and laid him on the altar, upon the wood. Then Abraham put forth his hand, and took the knife to slay his son. But the angel of the LORD called to him from heaven, and said, Abraham, Abraham! And he said, Here am I. He said, Do not lay your hand on the lad or do anything to him; for now I know that you fear God, seeing you have not withheld your son, your only son, from me. And Abraham lifted up his eyes and looked, and behold, behind him was a ram, caught in a thicket by his horns; and Abraham went and took the ram, and offered it up as a burnt offering instead of his son. So Abraham called the name of that place The LORD will provide; as it is said to this day, On the mount of the LORD it shall be provided. And the angel of the LORD called to Abraham a second time from heaven, and said, By myself I have sworn, says the LORD, because you have done this, and have not withheld your son, your only son, I will indeed bless you, and I will multiply your descendants as the stars of heaven and as the sand which is on the seashore. And your descendants shall possess the gate of their enemies, and by your descendants shall all the nations of the earth bless themselves, because you have obeyed my voice. Γένεσις 22:1-18 Καὶ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν. καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; εἶπε δὲ ῾Αβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Αβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. καὶ ἐξέτεινεν ῾Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη ῾Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ῾Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Proverbs 17:17-18:5 A friend loves at all times, and a brother is born for adversity. A man without sense gives a pledge, and becomes surety in the presence of his neighbor. He who loves transgression loves strife; he who makes his door high seeks destruction. A man of crooked mind does not prosper, and one with a perverse tongue falls into calamity. A stupid son is a grief to a father; and the father of a fool has no joy. A cheerful heart is a good medicine, but a downcast spirit dries up the bones. A wicked man accepts a bribe from the bosom to pervert the ways of justice. A man of understanding sets his face toward wisdom, but the eyes of a fool are on the ends of the earth. A foolish son is a grief to his father and bitterness to her who bore him. To impose a fine on a righteous man is not good; to flog noble men is wrong. He who restrains his words has knowledge, and he who has a cool spirit is a man of understanding. Even a fool who keeps silent is considered wise; when he closes his lips, he is deemed intelligent. He who is estranged seeks pretexts to break out against all sound judgment. A fool takes no pleasure in understanding, but only in expressing his opinion. When wickedness comes, contempt comes also; and with dishonor comes disgrace. The words of a mans mouth are deep waters; the fountain of wisdom is a gushing stream. It is not good to be partial to a wicked man, or to deprive a righteous man of justice. Παροιμίαι 17:17-18:5 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων. φιλαμαρτήμων χαίρει μάχαις, [ὑψῶν δὲ θύραν αὐτοῦ ζητεῖ συντριβήν]. ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά, καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ᾿ ἄκρα γῆς. ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. ὃς φείδεται ρῆμα προέσθαι σκληρόν, ἐπιγνώμων, μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, επέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς. θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
Posted on: Fri, 04 Apr 2014 09:07:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015